Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 13.30 | Dem. 13.33 (English) | >>Dem. 13.36 |
13.32τοιγαροῦν ἐκ τούτων τοιαῦτα τὰ πράγματα τῆς πόλεώς ἐστιν ὥστε , εἴ τις ἀναγνοίη τὰ ψηφίσμαθʼ ὑμῶν καὶ τὰς πράξεις ἐφεξῆς διέλθοι , οὐδʼ ἂν εἷς πιστεύσαι τῶν αὐτῶν εἶναι ταῦτα κἀκεῖνα . οἷον ἃ πρὸς τοὺς καταράτους Μεγαρέας ἐψηφίσασθʼ ἀποτεμνομένους τὴν ὀργάδα , ἐξιέναι , κωλύειν , μὴ ἐπιτρέπειν · ἃ πρὸς Φλειασίους , ὅτʼ ἐξέπεσον ἔναγχος , βοηθεῖν , μὴ ἐπιτρέπειν τοῖς σφαγεῦσι , τῶν ἐν Πελοποννήσῳ τοὺς βουλομένους παρακαλεῖν .
13.33ἅπαντα καλά , ὦ ἄνδρες Ἀθηναῖοι , ταῦτα καὶ δίκαια καὶ τῆς πόλεως ἄξια · τὰ ἔργα δὲ τἀπὸ τούτων οὐδαμοῦ . οὐκοῦν τὴν μὲν ἀπέχθειαν διὰ τῶν ψηφισμάτων ἐκφέρεσθε , τῶν δʼ ἔργων οὐδενὸς κύριοι γίγνεσθε · τὰ μὲν γὰρ ψηφίσματα πρὸς τὸ τῆς πόλεως ἀξίωμα ψηφίζεσθε , τὴν δύναμιν δʼ οὐκ ἀκόλουθον ὧν ψηφίζεσθʼ ἔχετε .
13.34ἐγὼ δὲ παραινέσαιμʼ ἂν ὑμῖν (καί μοι μηδὲν ὀργισθῆτε ) ἔλαττον φρονεῖν καὶ τὰ ὑμέτερʼ αὐτῶν ἀγαπᾶν πράττοντας , ἢ μείζω δύναμιν παρασκευάζεσθαι . εἰ μὲν οὖν Σιφνίοις ἢ Κυθνίοις ἤ τισιν ἄλλοις τοιούτοις οὖσι συνῄδειν ὑμῖν , ἔλαττον φρονεῖν συνεβούλευον ἄν · ἐπειδὴ δʼ ἔστʼ Ἀθηναῖοι , τὸ τὴν δύναμιν παρασκευάσασθαι παραινῶ · αἰσχρὸν γάρ , ὦ ἄνδρες Ἀθηναῖοι , αἰσχρὸν λιπεῖν τὴν τοῦ φρονήματος τάξιν , ἣν ὑμῖν οἱ πρόγονοι παρέδωκαν .
13.35πρὸς δὲ τούτοις οὐδʼ ἔστιν ἐφʼ ὑμῖν , οὐδʼ ἂν ἀποστῆναι τῶν Ἑλληνικῶν βούλησθε · πολλὰ γὰρ ὑμῖν ἐκ παντὸς τοῦ χρόνου πέπρακται , καὶ τοὺς μὲν φίλους τοὺς ὑπάρχοντας αἰσχρὸν προέσθαι , τοῖς δʼ οὖσιν ἐχθροῖς οὐκ ἔνι πιστεῦσαι καὶ μεγάλους ἐᾶσαι γενέσθαι . ὅλως δʼ ὅπερ οἱ πολιτευόμενοι πεπόνθασι πρὸς ὑμᾶς —οὐκ ἔνεστιν αὐτοῖς , ὅταν βούλωνται , παύσασθαι —τοῦτο καὶ ὑμῖν περιέστηκε · πεπολίτευσθε γὰρ ἐν τοῖς Ἕλλησιν .
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 13.30 | Dem. 13.33 (English) | >>Dem. 13.36 |